TLG 2632 001 :: COMARIUS :: De lapide philosophorum (e cod. Paris. B.N. gr. 2327, fol. 74r)

COMARIUS Alchem., vel Comerius
(A.D. 1?)

De lapide philosophorum (e cod. Paris. B.N. gr. 2327, fol. 74r)

Source: Berthelot, M., Ruelle, C.É. (eds.), Collection des anciens alchimistes grecs, vol. 2. Paris: Steinheil, 1888 (repr. London: Holland Press, 1963): 289–299.

Citation: Volume — page — (line)

2

.

289

(13t)

ΚΟΜΑΡΙΟΥ ΦΙΛΟΣΟΦΟΥ ΑΡΧΙΕΡΕΩΣ
14tΔΙΔΑΣΚΟΝΤΟΣ ΤΗΝ ΚΛΕΟΠΑΤΡΑΝ ΤΗΝ ΘΕΙΑΝ ΚΑΙ ΙΕΡΑΝ
15tΤΕΧΝΗΝ ΤΟΥ ΛΙΘΟΥ ΤΗΣ ΦΙΛΟΣΟΦΙΑΣ
16 Κύριε ὁ θεὸς τῶν δυνάμεων, ὁ πάσης κτίσεως δημιουργὸς, ὁ τῶν οὐρανίων καὶ ὑπερουρανίων δημιουργὸς καὶ τεχνίτης, ὁ μακάριος καὶ ἀεὶ διαμένων, ὑμνοῦμεν, εὐλογοῦμεν, αἰνοῦμεν, προσκυνοῦμεν τὸ ὕψος τῆς βασιλείας σου. Σὺ γὰρ ὑπάρχεις ἀρχὴ καὶ τέλος, καὶ σοῦ ὑπακούει
20πᾶν κτίσμα ὁρατὸν καὶ ἀόρατον, ὅτι ἔκτισας αὐτά. Ἐπεὶ δὲ ὑπουργὸς
κέκτιται ἡ ἀΐδιος βασιλεία σου, ἰκετεύομέν σε, κύριε πολυέλεε, διὰ τὴν289

2

.

290

ἄφατον φιλανθρωπίαν σου, φώτισον τὸν νοῦν καὶ τὰς καρδίας ἡμῶν, ὅπως καὶ ἡμεῖς δοξάζειν σε τὸν μόνον ἀληθινὸν θεὸν ἡμῶν, καὶ πατὴρ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ σὺν τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας αἰώνων· ἀμήν.
5 Ἀπάρξομαι ταύτης τῆς βίβλου τῆς χρυσικῆς καὶ ἀργυ‐ ρικῆς γραφίδος τῆς ποιηθείσης παρὰ Κομαρίου τοῦ φιλοσόφου καὶ Κλεοπάτρας τῆς σοφῆς περὶ κρίσεως· βίβλος καθ’ ἡμᾶς οὐχὶ τῆς ὑπὲρ ἡμῶν βίβλου περιέχουσα τῶν φώτων καὶ οὐσιῶν τὰς ἀποδείξεις ἐν ταύτῃ τῇ βίβλῳ διδασκάλου Κομαρίου τοῦ φιλοσόφου ἀρχιερέως πρὸς
10Κλεοπάτραν τὴν σοφήν. Κομάριος ὁ φιλόσοφος τὴν μυστικὴν φιλοσοφίαν τὴν Κλεοπά‐ τραν διδάσκει, ἐπὶ θρόνου καθήμενος καὶ [ἐν] τῆς λησευμένης αὐτοῦ τῆς φιλοσοφίας ἀφαψάμενος. Ἔτι οὖν μυστικὴν τὴν γνῶσιν τοῖς νοήμοσιν σησέν τε καὶ τῇ χειρὶ ὑπέδειξεν τὸ πάσας μόνας καὶ διὰ τεσσάρων
15τοιχείων γυμνάσας καὶ ἔλεγεν· «Ἡ μὲν γῆ ἐστερέωται ἐπάνω τῶν ὑδάτων, τὰ δὲ ὕδατα ἐν ταῖς κορυφαῖς τῶν ὀρέων. Λαβὼν οὖν τὴν γῆν, ὦ Κλεοπάτρα, τὴν οὖσαν ἐπάνω τῶν ὑδάτων, καὶ ποίησον σῶμα πνευματικὸν, τὸ πνεῦμα τοῦ στυπτηρίου· ταῦτα ἔοικε τῇ γῇ καὶ τῷ πυρὶ, τὰ μὲν τὴν θερμότητα
20τῷ πυρὶ, τὰ δὲ ξηρότητα τῇ γῇ· τὰ δὲ ὕδατα ὄντα ἐν ταῖς κορυφαῖς τῶν ὀρέων ἐοίκασιν τῷ ἀέρι κατὰ μὲν τὴν ψυχρότητα, τῷ ὕδατι κατὰ μὲν τὴν ὑγρότητα, [τῷ ἀέρι] καὶ τῷ πυρί. Ἰδοὺ ἐξ ἐνὸς μαργαρίτου καὶ ἑνὸς ἄλλου, ἔχεις, ὦ Κλεοπάτρα, πᾶν βαφεῖον.»
Λαβοῦσα ἡ Κλεοπάτρα τὸ ὑπὸ Κομαρίου γραφὲν, ἤρξατο παρεμ‐290

2

.

291

βολὴν ποιῆσθαι χρήσεων ἑτέρων φιλοσόφων, τοῦ τετραμερεῖν τὴν καλὴν φιλοσοφίαν, τουτέστιν τὴν ὕλην ἀπὸ τῶν φύσεων, ὡς διδαγμένην καὶ εὑρισκομένην, καὶ ἰδέαν τῶν πράξεων τῆς διαφορᾶς αὐτῆς· οὕτως καὶ τὴν καλὴν φιλοσοφίαν ζητοῦντες, τετραμερεῖν ταύτην εὕρομεν ἢ εὑρή‐
5καμεν ἑκάστου τὴν γενικὴν τῆς φύσεως· πρῶτον ἔχουσα μελά‐ νωσιν, δεύτερον λεύκωσιν, τρίτον ξάνθωσιν, τέταρτον ἴωσιν· πάλιν δὲ ἕκαστον τῶν εἰρημένων οὐκ ἐκ γενικῆς ἔχων πλὴν ἑαυτοῖς, πάντως εἰ μὴ στοιχείων, ἡμεῖς κέντρον, δι’ οὗ κατὰ τάξιν προβαίνων· οὕτως καὶ ἐνταῦθα, μεταξὺ μελάνσεως καὶ λευκώσεως, καὶ ξανθώσεως καὶ ἰώσεως,
10ἔστιν ἡ ταριχεία καὶ τῶν εἰδῶν ἡ πλύσις· μεταξὺ λευκώσεως καὶ ξαν‐ θώσεως ἔστιν ἡ χρυσοχοωποίησις, καὶ τοῦ ξανθώσεως καὶ λευκώσεως μέσον δέ ἐστιν ὁ τοῦ συνθήματος διχασμός. Περατώσης ἡ δι’ ὀργάνου τοῦ μασθωτοῦ οἰκονομία, ἐπλανώσεως πρῶτον τοῦ χωρισθῆναι τῶν ὑγρῶν ἀπὸ τῶν σποδῶν, διὰ τοῦ χρόνου τὸ
15μάκρος· καὶ ταριχεία δευτέρα ἡ μίξις τῶν ὑδάτων 〈καὶ〉 τοῦ σποδίου ὑγροῦ· λύσις τρίτη τῶν εἰδῶν ἑπτάκις καέντα ἐν τῷ πυρὶ ἐν τῇ ἀσκα‐ λωνίτιδι γάστρᾳ· οἷόν ἐστι λεύκωσις καὶ ἀπομελανισμὸς τῶν εἰδῶν διὰ τῆς τοῦ πυρὸς ἐνεργείας· ξάνθωσις τετάρτη, ἥτις μιγεῖσα μετὰ τοῖς ἄλλοις ὕδασιν ξανθοῖς ποιεῖται κηρίων εἰς ξάνθωσιν, πρὸς τὸ ζητούμενον· χοω‐
20ποίησις πέμπτη ἀπὸ ξάνθωσιν εἰς χρύσωσιν φέρουσα. Ξάνθωσίς ἐστιν, ὡς πρόκειται, ὁ διχασμὸς τοῦ συνθέματος· ἥτις μερισθεῖσα εἰς δύο, καὶ τὸ μὲν ἓν μέρος μίγνυται μετὰ ὑγροῖς ξανθοῖς καὶ λευκοῖς, καὶ πρὸς
ὃ ἐθέλεις χοωποιῆσαι. Πάλιν εἴ τι ἡ σῆψις ἴωσις, σῆψις ἴωσις εἰδῶν,291

2

.

292

τουτέστιν ἴωσις καὶ σῆψις ἡ τελεία τοῦ συνθέματος ἐκστροφὴ τῆς χρυσώσεως. Δεῖ οὖν καὶ ἡμᾶς οὕτως, ὧ φίλοι, ποιεῖν ὅτε τὴν τέχνην ταύτην περικαλλῆ βούλεσθε προσεγγίσαι. Βλέπετε τὴν φύσιν τῶν βοτανῶν πόθεν
5ἔρχονται. Τὰ μὲν γὰρ ἐκ τῶν ὀρέων κατέρχονται, καὶ ἐκ τῆς γῆς ἐκφύονται, καὶ τὰ μὲν ἐκ κοιλάδων ἀνέρχονται, τὰ δὲ ἐκ πεδίων ἀνάγονται. Ἀλλὰ βλέπετε πῶς ἐγγίζεται αὐτά· ἐν καιροῖς γὰρ καὶ ἐν ἡμέραις ἰδίαις τρυγήσατε αὐτά· καὶ ἐκλέξασθε ἐκ τῶν νήσων τῆς θαλάσσης, καὶ ἐκ τῆς χώρας τῆς ἀνωτάτης· καὶ βλέπετε τὸν ἀέρα τὸν διακονοῦντα αὐτοῖς,
10καὶ τὸν σῖτον τὸν περικυκλοῦντα 〈ἵνα〉 μὴ λυμήνηται, μηδὲ θανατώση‐ ται. Βλέπετε τὸ θεῖον ὕδωρ ποτίζον τὰ αὐτὰ, καὶ τὸν ἀέρα τὸν κυβερνῶντα αὐτὰ, ἐπειδὴ ἐσωματώθησαν ἐν μιᾷ οὐσίᾳ. Ἀποκριθεὶς δὲ Ὀστάνης καὶ οἱ σὺν αὐτῷ εἶπον τῇ Κλεοπάτρᾳ· «Ἔν σοι κέκρυπται ὅλον τὸ μυστήριον τὸ φρικτὸν καὶ παράδοξον.
15Σαφήνισον ἡμῖν τηλαυγῶς καὶ περὶ τῶν στοιχείων· εἰπὲ πῶς κατέρ‐ χεται τὸ ἀνώτατον πρὸς τὸ κατώτατον, καὶ πῶς ἀνέρχεται τὸ κάτω πρὸς τὸ ἀνώτατον, καὶ πῶς ἐγγίζει τὸ μέσον πρὸς τὸ ἀνώτατον ἐλθεῖν καὶ ἑνωθῆναι τὸ μέσον, καὶ τί τὸ στοιχεῖον αὐτοῖς· καὶ πῶς κατέρ‐ χονται τὰ ὕδατα εὐλογημένα τοῦ ἐπισκέψασθαι τοὺς νεκροὺς περικει‐
20μένους καὶ πεπεδημένους καὶ τεθλιμμένους ἐν σκότει καὶ γνόφῳ ἐντὸς292

2

.

293

τοῦ ᾍδου, καὶ πῶς εἰσέρχεται τὸ φάρμακον τῆς ζωῆς καὶ ἀφυπνίζει αὐτοὺς ὡς ἐξ ὕπνου ἐγερθῆναι τοῖς κτήτορσιν· καὶ πῶς εἰσέρχονται τὰ νέα ὕδατα, ἐν τῇ ἀρχῇ τῆς κλίνης, καὶ ἐν τῇ κλίνῃ τικτόμενα, καὶ μετὰ τοῦ φωτὸς ἐρχόμενα καὶ νεφέλη βαστάζει αὐτὰ, καὶ ἐκ
5θαλάσσης ἀναβαίνει ἡ νεφέλη ἡ βαστάζουσα τὰ ὕδατα, τὰ ἐμφανι‐ σθέντα δὲ θεωροῦντες οἱ φιλόσοφοι χαίρονται. Ἡ δὲ Κλεοπάτρα ἔφη πρὸς αὐτούς· τὰ ὕδατα εἰσερχόμενα ἀφυπνίζουσι τὰ σώματα καὶ τὰ πνεύματα ἐγκεκλεισμένα καὶ ἀσθενῆ ὄντα· πάλιν γὰρ, φησὶν, θλίψιν ὑπέστησαν καὶ πάλιν περικλεισ‐
10θήσονται ἐν τῷ ᾍδῃ, καὶ κατὰ μικρὸν ἐμφύονται καὶ ἀναβαίνουσι καὶ ἐνδύονται ποικίλα χρώματα, καὶ ἔνδοξα καθάπερ τὰ ἄνθη ἐν τῷ ἔαρι, καὶ αὐτὸ τὸ ἔαρ εὐφραίνεται καὶ γάννυται ἐν τῇ ὡραιότητι ἣν περίκεινται. Ὑμῖν δὲ λέγω τοῖς εὖ φρονοῦσι· τὰς βοτάνας καὶ τὰ στοιχεῖα καὶ
15τοὺς λίθους ὅταν ἐπαίρητε ἐκ τῶν τόπων αὐτῶν, ὡραῖοι μὲν φαίνονται λίαν καὶ οὐχ ὡραῖοι, ἐπειδὴ τὰ πάντα τὸ πῦρ δοκιμάζει· ὅταν δὲ ἐνδύ‐ σωνται τὴν δόξαν ἐκ τοῦ πυρὸς καὶ τὴν χροιὰν τὴν περιφανῆ, ἐκεῖ ὁράσεις μείζονες δόξᾳ κεκρυμμένῃ, τὸ σπουδαζόμενον κάλλος, καὶ χοότης μετα‐ βληθεῖσα εἰς θεότητα, ὅτι ἐν τῷ πυρὶ τιθήνησιν αὐτὰ, ὥσπερ τὸ ἔμβρυον
20ὑπὸ τῆς γαστρὸς τιθηνούμενον καταβραχὺ αὔξει. Ὅτε δὲ προσεγγίσει ὁ μὴν ὁ νενομισμένος, οὐ κωλύεται τοῦ μὴ ἐξελθεῖν. Οὕτως ὑπάρχει καὶ ἡ τέχνη αὕτη ἡ ἀξιάγαστος· τιτρώσκουσιν αὐτὴν κλύδωνες καὶ κύματα ἀλλεπάλληλα ἐν τῷ ᾍδει καὶ ἐν τῷ τάφῳ ἐν ᾧ κατάκεινται. Ὅταν δὲ
ἀνεωχθῇ ἡ τάφος, ἀναβήσονται αὐτὰ ἐξ ᾍδου ὡς οἷα βρέφος ἐκ γαστρός.293

2

.

294

Θεωρήσαντες δὲ οἱ φιλόσοφοι τὸ κάλλος, οἷα φιλόστοργος μήτηρ τὸ τεχθὲν ἐξ αὐτῆς βρέφος, τότε ζητοῦσι πῶς ἵνα τιθηνήσωσιν ὡς βρέφος, τὴν τέχνην ταύτην ἀντὶ γάλακτος τοῖς ὕδασιν. Μιμεῖται γὰρ ἡ τέχνη τὸ βρέφος, ἐπειδὴ καὶ ὡς τὸ βρέφος μορφοῦται, καὶ ὅταν τελει‐
5ωθῇ ἐν τοῖς πᾶσιν, ἰδοὺ μυστήριον ἐσφραγισμένον. Ἀπὸ τοῦ νῦν δὲ ἐρῶ ὑμῖν τηλαυγῶς ποῦ κεῖνται τὰ στοιχεῖα καὶ αἱ βοτάναι· ἐν αἰνίγμασι δὲ ἄρξομαι τοῦ λέγειν. Ἄνελθε εἰς τὴν στέγην τὴν ἀνωτάτην, εἰς τὸ δασὺ ὄρος ἐν δένδροις, καὶ ἰδοὺ πέτρα ἐν τῇ ἀκρω‐ ρείᾳ, καὶ ἐκ τῆς πέτρας λάβε ἀρσένικον, καὶ λεύκαναι θείως. Καὶ ἰδοὺ ἐν
10τῇ μέσῃ τοῦ ὄρους κάτωθεν τοῦ ἀρσενικοῦ, ἐκεῖ ἐστιν ἡ ὁμόζυξ αὐτοῦ, ἐν ᾗ ἑνοῦται, μεθ’ ἧς ἔχει τὴν τέρψιν. Καὶ χαίρεται φύσις ἐν φύσει καὶ ἐκτὸς αὐτοῦ οὐχ ἑνοῦται. Κάτελθε εἰς τὴν αἰγυπτιακὴν θάλασσαν, καὶ ἀνάγαγε μεθ’ ἑαυτοῦ ἐκ τῆς ψάμμου ἐκ τῆς πηγῆς τὸ λεγόμενον νίτρον. Καὶ ἕνωσον αὐτὰ ἀλλήλοις, καὶ αὐτὰ ἐξάγει ἔξω τὸ παμβαφὲς κάλλος,
15καὶ ἐκτὸς αὐτοῦ οὐχ ἑνοῦται· μέτρον γὰρ αὐτοῦ ἐστιν ἡ ὁμόζυξ. Ἰδοὺ φύσις τῇ φύσει ἀνταποδίδοται, καὶ ὅταν τὰ πάντα ἰσομέτρως συνα‐ θροίσῃς, τότε νικῶσιν αἱ φύσεις τὰς φύσεις καὶ τέρπονται ἐν ἀλλήλαις. Βλέπετε, σοφοὶ, καὶ σύνετε. Ἰδοὺ γὰρ τὸ πλήρωμα τῆς τέχνης τῶν συζευχθέντων νυμφίου τε καὶ νύμφης καὶ γενομένων ἕν. Ἰδοὺ αἱ βοτάναι
20καὶ αἱ διαφοραὶ αὐτῶν. Ἰδοὺ εἶπον ὑμῖν πᾶσαν τὴν ἀλήθειαν, καὶ πάλιν294

2

.

295

ἐρῶ ὑμῖν· βλέπετε καὶ σύνετε, ὅτι ἐκ τῆς θαλάσσης ἀνέρχονται τὰ νέφη βαστάζοντα τὰ ὕδατα τὰ εὐλογημένα, καὶ αὐτὰ ποτίζουσι τὰς γέας, καὶ ἀναφύει τὰ σπέρματα καὶ τὰ ἄνθη. Ὁμοίως καὶ τὸ ἡμέτερον νέφος ἐξερχόμενον ἐκ τοῦ ἡμετέρου στοιχείου βαστάζον τὰ θεῖα ὕδατα,
5καὶ ποτίζον τὰς βοτάνας καὶ τὰ στοιχεῖα, καὶ οὐδενὸς χρῄζει ἐκ τῶν ἄλλων γεῶν. Ἰδοὺ τὸ παράδοξον μυστήριον, ἀδελφοὶ, τὸ ἄγνωστον ὅλως, ἰδοὺ ἡ ἀλήθεια ὑμῖν πεφανέρωται. Βλέπετε πῶς ποτίζετε τὰς γέας ὑμῶν καὶ πῶς τιθηνεῖσθε τὰ σπέρματα ὑμῶν, ὅπως καρποφορήσετε ὥριμον
10καρπόν. Ἄκουσον τοίνυν καὶ σύνες καὶ ἀνάκρινον ἀκριβῶς ἐν οἷς λέγω. Λάβε ἐκ τῶν τεσσάρων στοιχείων ἀρσένικον ἀνώτατον καὶ κατώτατον, ἄσπρον τε καὶ ῥούσιον, ἰσόσταθμα ἄρσεν καὶ θῆλυ, ὅπως συζευχθῶσιν ἀλλήλοις. Ὥσπερ γὰρ ἡ ὄρνις ἐν θερμότητι θάλπει καὶ τελειοῖ τὰ ὠὰ αὐτῆς, οὕτως καὶ ὑμεῖς θάλψατε καὶ λειώσατε καὶ ἐξενέγκαντες καὶ
15ποτίζοντες ἐν τοῖς θείοις ὕδασιν ἐν ἡλίῳ καὶ ἐν τόποις ἐγκαύστοις, καὶ ὀπτήσατε ἐν πυρὶ μαλακῷ μετὰ τοῦ παρθενικοῦ γάλακτος καὶ προσέχετε ἐκ τοῦ καπνοῦ· ἐν γὰρ τῷ ᾍδῃ κατάκλεισον αὐτὰ καὶ πάλιν ἐξαγαγόντες, ποτίσατε αὐτὰ κρόκον κιλίκιον ἐν ἡλίῳ καὶ ἐν τόποις ἐγκαύστοις καὶ ὀπτήσατε ἐν πυρὶ μαλακῷ μετὰ γάλακτος
20παρθενικοῦ ἐκ τοῦ καπνοῦ, καὶ ἐν τῷ ᾍδῃ κλείσατε αὐτὰ, καὶ ἐν ἀσφαλείᾳ κινήσατε αὐτὰ μέχρις ἂν γένηται ἡ κατασκευὴ αὐτῶν στερεωτέρα καὶ οὐκ ἀποδιδράσκουσα ἐκ τοῦ πυρός. Καὶ τότε λαβὼν
ἐξ αὐτοῦ καὶ ὅτ’ ἂν ἑνωθῇ ἡ ψυχὴ, καὶ τὸ πνεῦμα, καὶ γένωνται295

2

.

296

ἓν, τότε ἐπίρριψον ἐπὶ σῶμα ἀργύρου, καὶ ἕξεις χρυσὸν ὃν οὐκ ἔχουσιν αἱ τῶν βασιλέων ἀποθῆκαι. Ἰδοὺ τὸ μυστήριον τῶν φιλοσόφων, καὶ περὶ αὐτοῦ ἐξώρκισαν ὑμῖν οἱ πατέρες ἡμῶν τοῦ μὴ ἀποκαλύψαι αὐτὸ καὶ δημοσιεῦσαι, θεῖον
5ἔχον τὸ εἶδος, θείαν καὶ τὴν ἐνέργειαν· θεῖον γάρ ἐστιν, ὅτι ἑνούμενον τῇ θεότητι, θείας ἀποτελεῖ τὰς οὐσίας, ἐν ᾧ τὸ πνεῦμα σωματοῦται, καὶ τὰ θνητὰ ἐμψυχοῦνται, καὶ δεχόμενα τὸ πνεῦμα τὸ ἐξελθὸν ἐξ αὐτῶν κρατοῦνται καὶ κρατοῦσιν ἄλληλα. Ὥσπερ γὰρ τὸ πνεῦμα τὸ σκοτεινὸν τὸ πλῆρες ματαιότητος καὶ ἀθυμίας τὸ κρατοῦν τὰ
10σώματα τοῦ μὴ λευκανθῆναι καὶ δέξασθαι τὸ κάλλος καὶ τὴν χροιὰν ἣν ἐνεδύσαντο ἐκ τοῦ δημιουργοῦ (ἀσθενεῖ γὰρ τὸ σῶμα καὶ τὸ πνεῦμα καὶ ἡ ψυχὴ διὰ τὸ σκότος τὸ ἐκτεταμένον). Ἐπ’ ἂν δὲ αὐτὸ τὸ πνεῦμα τὸ σκοτεινὸν καὶ βρωμοῦν ἀποβλη‐ θείη, ὥστε μὴ φανῆναι ὀσμὴν, μήτε τὴν χροιὰν τοῦ σκότους, τότε φω‐
15τίζεται τὸ σῶμα, καὶ χαίρεται ἡ ψυχὴ καὶ τὸ πνεῦμα ὅτε ἀπέδρα τὸ σκότος ἀπὸ τοῦ σώματος· καὶ καλεῖ ἡ ψυχὴ τὸ σῶμα τὸ πεφωτισμένον. Ἔγειραι ἐξ ᾍδου καὶ ἀνάστηθι ἐκ τοῦ τάφου, καὶ ἐξεγέρθητι ἐκ τοῦ σκό‐ τους· ἐνδέδυσαι γὰρ πνευμάτωσιν καὶ θείωσιν, ἐπειδὴ ἔφθακεν καὶ ἡ φωνὴ τῆς ἀναστάσεως, καὶ τὸ φάρμακον τῆς ζωῆς εἰσῆλθεν πρὸς σέ·
20τὸ γὰρ πνεῦμα πάλιν εὐφραίνεται ἐν τῷ σώματι καὶ ἡ ψυχὴ ἐν ᾧ ἐστιν, καὶ τρέχει κατεπεῖγον ἐν χαρᾷ εἰς τὸν ἀσπασμὸν αὐτοῦ, καὶ ἀσπάζεται
αὐτὸ καὶ οὐ κατακυριεύει αὐτοῦ σκότος, ἐπειδὴ ὑπέστη φωτὸς, καὶ οὐκ296

2

.

297

ἀνέχεται αὐτοῦ χωρισθῆναι ἔτι εἰς τὸν αἰῶνα, καὶ χαίρεται ἐν τῷ οἴκῳ αὐτῆς, ὅτι καλύπτουσα αὐτὸ ἐν σκότει, εὗρεν αὐτὸ πεπλησ‐ μένον φωτός. Καὶ ἡνώθη αὐτῷ, ἐπειδὴ θεῖον γέγονεν κατ’ αὐτὴν, καὶ οἰκεῖ ἐν αὐτῇ· ἐνεδύσατο γὰρ θεότητος φῶς [καὶ ἡνώθησαν], καὶ ἀπέδρα
5ἀπ’ αὐτοῦ τὸ σκότος, καὶ ἡνώθησαν πάντες ἐν ἀγάπῃ, τὸ σῶμα καὶ ἡ ψυχὴ καὶ τὸ πνεῦμα, καὶ γεγόνασιν ἓν ἐν ᾧ κέκρυπται τὸ μυστήριον. Ἐν δὲ τῷ συνεισελθεῖν αὐτὰ, ἐτελειώθη τὸ μυστήριον, καὶ ἐσφραγίσθη ὁ οἶκος, καὶ ἐστάθη ἀνδριὰς πλήρης φωτὸς καὶ θεότητος· τὸ γὰρ πῦρ αὐτοὺς ἥνωσεν καὶ μετέβαλεν καὶ ἐκ τοῦ κόλπου τῆς γαστρὸς αὐτοῦ
10ἐξῆλθεν. Ὅμως καὶ ἐκ τῆς γαστρὸς τῶν ὑδάτων, καὶ ἐκ τοῦ ἀέρος τοῦ διακονοῦντος αὐτοῖς, καὶ αὐτὸ ἐξήνεγκεν αὐτοὺς ἐκ τοῦ σκότους εἰς φῶς, καὶ ἐκ πένθους εἰς φαιδρότητα, καὶ ἐξ ἀσθενείας εἰς ὑγείαν, καὶ ἐκ θα‐ νάτου εἰς ζωήν· καὶ ἐνέδυσεν αὐτοὺς θείαν δόξαν πνευματικὴν, ἣν οὐκ
15ἐνεδύσκοντο τὸ πρὶν, ὅτι ἐν αὐτοῖς κέκρυπται ὅλον τὸ μυστήριον, καὶ θεῖον ἀναλλοίωτον ὑπάρχει· διὰ γὰρ τῆς ἀνδρείας αὐτῶν συνεισέρχον‐ ται ἀλλήλοις τὰ σώματα, ἐξερχόμενα ἐκ τῆς γῆς ἐνδύονται φῶς καὶ δόξαν θεῖαν, ἐπειδὴ ηὐξήθησαν κατὰ φύσιν καὶ ἠλλοιώθησαν τοῖς σχή‐ μασι καὶ ἐξ ὕπνου ἀνέστησαν, καὶ ἐκ τοῦ ᾍδου ἐξῆλθον. Ἡ γαστὴρ γὰρ
20ἡ τοῦ πυρὸς ἔτεκεν αὐτοὺς, καὶ ἐξ αὐτῆς ἐνεδύσαντο δόξαν· καὶ αὕτη ἤνεγκεν εἰς ἑνότητα μίαν, καὶ ἐτελειώθη ἡ εἰκὼν σώματι καὶ ψυχῇ καὶ πνεύματι, καὶ ἐγένοντο ἕν. Ὑπετάγη γὰρ τὸ πῦρ τῷ ὕδατι,
καὶ ὁ χοῦς τῷ ἀέρι. Ὁμοίως καὶ ὁ ἀὴρ μετὰ τοῦ πυρὸς, καὶ ὁ χοῦς μετὰ297

2

.

298

τοῦ ὕδατος, καὶ τὸ πῦρ καὶ τὸ ὕδωρ μετὰ τοῦ χοὸς, καὶ τὸ ὕδωρ μετὰ τοῦ ἀέρος, καὶ ἐγένοντο ἕν. Ἐκ γὰρ βοτανῶν καὶ αἰθαλῶν γέγονε τὸ ἓν, καὶ ἐκ φύσεως καὶ ἀπὸ θείου θεῖον γέγονεν, ἐνθηρεῦον πᾶσαν φύσιν καὶ κρατοῦν. Ἰδοὺ ἐκράτησαν αἱ φύσεις τὰς φύσεις καὶ ἐνίκησαν, καὶ διὰ
5τοῦτο ἀλλοιοῦσι τὰς φύσεις καὶ τὰ σώματα, καὶ πάντα ἐκ τῆς φύσεως αὐτῶν, ἐπειδὴ εἰσῆλθεν ὁ φεύγων εἰς τὸν μὴ φεύγοντα, καὶ ὁ κρατῶν εἰς τὸν μὴ κρατοῦντα, καὶ ἀλλήλοις ἡνώθησαν. Τοῦτο τὸ μυστήριον [ὃ] ἐμάθομεν, ἀδελφοὶ, ἐκ θεοῦ καὶ ἐκ τοῦ πατρὸς ἡμῶν Κομαρίου τοῦ ἀρχαίου. Ἰδοὺ εἶπον ὑμῖν, ἀδελφοὶ, πᾶσαν
10τὴν ἀλήθειαν κεκρυμμένην παρὰ πολλῶν σοφῶν καὶ προφητῶν. Φασὶν δὲ πρὸς αὐτὴν οἱ φιλόσοφοι· ἐξέστησας ἡμᾶς, ὦ Κλεοπάτρα, εἰς ὃ λελάληκας ἡμῖν· μακαρία γὰρ ὑπάρχει ἥ σε βαστάσασα κοιλία. Καὶ πάλιν πρὸς αὐτοὺς ἔφη Κλεοπάτρα· «Σώματα οὐράνια καὶ θεῖα μυστήρια ὑπάρχουσι τὰ ὑπ’ ἐμοῦ ὑμῖν ῥηθέντα· ὑπὸ γὰρ τῆς διασ‐
15τροφῆς καὶ ἀλλοιώσεως αὐτῶν μεταβάλλουσι τὰς φύσεις, καὶ ἐνδύουσιν αὐτῆς δόξαν ἄγνωστον καὶ ἐπῃρμένην, ἣν πρότερον οὐκ εἶχον. Καί φησιν ὁ σοφός· Εἰπὲ ἡμῖν, ὦ Κλεοπάτρα, καὶ τοῦτο· διὰ τί γέγραπται· μυστήριον τῆς λαίλαπος σῶμά ἐστιν ἡ τέχνη καὶ τροχοῦ
20δίκην ἄνωθεν αὐτῆς, ὥσπερ τὸ μυστήριον, καὶ ὁ δρόμος καὶ ὁ πόλος ἄνωθεν, καὶ οἰκήματα καὶ πύργοι καὶ παρεμβολαὶ ἐνδοξόταται; Καί φησι Κλεοπάτρα· Καλῶς τεθείκασιν αὐτὴν οἱ φιλόσοφοι, ὡς
ἐτέθη ἐκ τοῦ δημιουργοῦ καὶ δεσπότου τῶν ἀπάντων. Καὶ ἰδοὺ λέγω298

2

.

299

ὑμῖν ὅτι ὁ πόλος ἐκ τῶν τεσσάρων δραμεῖται, καὶ οὐ μὴ παύσηται. Ταῦτα ἐτάχθησαν ἐν τῇ γῇ ἡμῶν ταύτῃ τῇ αἰθιοπίδι, ἐξ ἧς λαμβά‐ νονται βοτάναι καὶ λίθοι καὶ σώματα θεῖα, ἅτινα ἔθηκεν ὁ θεὸς, καὶ οὐκ ἄνθρωπος· ἐν ἑκάστῳ δὲ ἐνέσπειρεν ὁ δημιουργὸς τὴν δύναμιν· τὸ
5ἓν χλωραίνει, καὶ ἄλλο οὐ χλωραίνει, ἓν ξηρὸν, ἓν ὑγρὸν, ἓν καθεκ‐ τικὸν, καὶ ἓν κριτικὸν, ἓν κρατοῦν, καὶ ἓν ἀναχωροῦν· καὶ ἐν τῷ ἀπαν‐ τῆσαι ἀλλήλοις κρατοῦσιν ἄλληλα, καὶ ἐν τῷ ἄλλῳ σώματι, χαίρει καὶ ἓν τῷ ἑτέρῳ καταγλαΐζει. Καὶ γίνεται μία φύσις ἡ πάσας τὰς φύ‐ σεις θηρεύουσα καὶ κρατοῦσα, καὶ αὐτὸ τὸ ἓν νικᾷ πᾶσαν φύσιν τὴν τοῦ
10πυρὸς καὶ τοῦ χοὸς, καὶ ἀλλοιοῖ πᾶσαν τὴν δύναμιν αὐτοῦ. Καὶ ἰδοὺ λέγω ὑμῖν τὸ πέρας αὐτοῦ, ὅταν τελειοῦται, γίνεται φάρμακον φονευτὸν ἐν τῷ σώματι τρέχον. Ὥσπερ γὰρ εἰσέρχεται ἐν τῷ ἰδίῳ σώ‐ ματι καὶ διέρχεται εἰς τὰ σώματα· ἐν σήψει γὰρ καὶ θέρμῃ γίνεται φάρ‐
μακον τρέχον εἰς πᾶν σῶμα ἀκωλύτως.299